Получи случайную криптовалюту за регистрацию!

Как известно, кондак первоначально представлял собой довольно | Ἑλικών

Как известно, кондак первоначально представлял собой довольно пространное произведение. Этот жанр развился, по-видимому, в константинопольском богослужении. Кондаки исполнялись отдельно от основной службы по праздникам. Текст пелся псалтами, одним или несколькими, а народ пел рефрен. Короче говоря, это похоже на современное исполнение акафистов, да и сам акафист – разновидность древнего кондака, который также был ориентирован на мирян. Поэтому кондаки нередко драматизированы и весьма занимательны. В кондаке Романа Сладкопевца на усекновение главы Иоанна предтечи диалог Иродиады с дочерью прямо-таки напоминает сценку в каком-нибудь сериале.

ἡ μοιχὰς γάρ, οὐχ ἡ κόρη ἀποκόψαι τὸν τῆς στείρας ἐζήτει καρπόν·
ἥτις καὶ τάχα πρὸ τῆς τομῆς τὴν ἰδίαν (5)
γνώμην ἐδήλου τῇ κόρῃ βοῶσα αὐτῇ·
“Δεῦρο μοι, τέκνον, συναίνεσον τῇ μητρί σου·
λόγον γὰρ κρύφιον ἔχω γυμνῶσαι πρὸς σέ·
φανερῶ σοι τὴν βουλήν μου· ἐπιθυμῶ ἀνελεῖν
τὸν υἱὸν Ζαχαρίου· ἔδωκε γάρ μοι πληγὴν (10)
|:αἰωνίαν, οὐ πρόσκαιρον.”:|
(3) Ὑπακούσασα δὲ ἡ παιδίσκη τοῦ παρανόμου μελετήματος
ἔφριξεν, ἔκραξεν· “Ὦ μῆτερ, ὢ τί δεινόν ἐστι τὸ πάθος σου·
ἄφες τοῦτο ἀνιάτρευτον·
ἂν γὰρ θέλῃς θεραπεῦσαι χαλεπώτερον τὸ τραῦμα ποιεῖς σεαυτῇ·
κοίμησον ἔνδον τῶν λογισμῶν σου τὸ ῥῆμα, (5)
μήποτε γένηται πτῶμα τῷ γένει ἡμῶν·
οὔτε γὰρ μόνη τὸν ἐξ αὐτοῦ μόρον δέχῃ,
ἀλλὰ κἀγὼ καὶ Ἡρώδης καὶ οἱ ἐξ ἡμῶν·
ἐὰν θάνῃ Ἰωάννης, γέγονε πάντα νεκρά,
καὶ ἐτάφημεν ζῶντες μνήμην λείψαντες κακήν, (10)
|:αἰωνίαν, οὐ πρόσκαιρον.”:|
(4) “Τί ἐγένετο σοί, ὦ παιδίσκη; τί σοι συμβέβηκεν αἰφνίδιον;
πόθεν ἐφείσω Ἰωάννου καὶ τῆς μητρὸς ὑπερηγάπησας
τὸν μισοῦντα τὴν ζωὴν ἡμῶν;
ἀγνοεῖς πολλάκις, τέκνον, ἃ ὑπέθετο Ἡρώδῃ ἕνεκεν ἐμοῦ,
‘οὐκ ἔξεστί σοι’, <λέγων>, ‘ἔχειν τὴν γυναῖκα (5)
Φιλίππου τοῦ ἀδελφοῦ σου· ἀπόθου αὐτήν’·
θέλω οὖν ἤδη τὴν ἄκαιρον παρρησίαν
τοῦ τολμηροῦ ἀποκόψαι, ἂν εὕρω καιρόν·
ἀφελῶ αὐτοῦ τὴν γλῶτταν, μᾶλλον δὲ τὴν κεφαλήν,
καὶ λοιπὸν οὐ λυποῦμαι ἔχουσα ἐν ἀσφαλεῖ (10)
|:τὴν ζωήν μου τὴν πρόσκαιρον.”:|
(5) “Ἀσεβοῦμεν, μῆτερ, οὐκ εἰς ἄλλους, ἀλλ’ εἰς ἡμᾶς καὶ τὴν ζωὴν ἡμῶν,
ὥσπερ
Ἰεζάβελ τὸν Ἠλίαν ὀλέσαι θέλουσα τὸν δίκαιον
ἑαυτὴν μᾶλλον ἀπώλεσεν·
Ὁ Ἠλίας μὲν ἐντόνως, Ἰωάννης δὲ ἐννόμως ἤλεγξεν ἡμᾶς·
ὁ ἐρημίτης σὺν αὐστηρότητι εἶπεν (5)
ὡς παραινῶν τῷ Ἡρώδῃ· ‘οὐκ ἔξεστι σοί’·
ὁ δὲ Θεσβίτης μετὰ πραΰτητος εἶρξε
τοῦ Ἀχαὰβ τὰς νεφέλας· οὐκ ἔβρεξε γάρ·
διὰ τοῦτο, δέσποινά μου, θάψον τὸ σκέμμα σου νῦν
καὶ τὸ σκάμμα νεκρώσῃς, μὴ ποιήσῃς ὡς ἀεὶ (10)
|:τὴν αἰσχύνην τὴν πρόσκαιρον.”:|
(6) “Παρ’ ἐμοῦ διδάσκου, ἀνοσία, μὴ ἐπιχείρου νουθετῆσαι με·
ὅταν γὰρ πάντα μάθῃς †πλήρις τὰ νῦν ἐπιλανθάνει σε†·
οὐ νοεῖς· οὐδὲ γὰρ δύνασαι·
ἂν γὰρ οὗτος ὁ βαπτίζων ἐπιμείνῃ με ὑβρίζων καὶ φαίνηται ζῶν,
ἕκαστος αἴρει τὴν πρὸς ἐμὲ παρρησίαν, (5)
καί, ἅπερ θέλει, ὡς θέλει λέγει κατ’ ἐμοῦ
ὡς τῆς τυχούσης, οὐχὶ δὲ βασιλευούσης,
ὡς γυναικὸς ἰδιώτου καὶ οὐ σεβαστοῦ·
ἀλλ’ ἡσύχασον, παιδίσκη· πλέον γὰρ σοῦ καὶ πολλῶν
τὸ συμφέρον γινώσκω· οἶδα κτήσασθαι τιμὴν (10)
|:αἰωνίαν, οὐ πρόσκαιρον.”:|
(7) “Ἐρωτῶ σε, μῆτερ, τὸ τοιοῦτον πότε βουλεύει τελεσθῆναι σοι;
ἐν τῷ φωτὶ ἢ ἐν τῷ σκότει; τὸ ἀσεβὲς γάρ σου ἐνθύμημα
τῆς νυκτός ἐστιν ἐπάξιον·
διὰ τίνος οὖν τελεῖται; τίς μὴ ναρκήσει φονεῦσαι προφήτην Χριστοῦ;”
“Σὺ ὡς θυγάτηρ συνέρχου τῇ σε τεκούσῃ (5)
τοῦ ἀνελεῖν τὸν ἐχθρόν μου καὶ γένῃ μοι χείρ”·
“Δέομαι, μῆτερ, μὴ δι’ ἐμοῦ τῆς ἀθλίας
δέξεται ⟦ἡ⟧ γῆ τὸ ἀθῷον αἷμα τοῦ σοφοῦ·
ὡς ἐσφάγη Ζαχαρίας, νῦν Ἰωάννης τμηθῇ·
κἀγὼ μὴ ὑπουργήσω, μήπως λήψωμαι πληγὴν (10)
|:αἰωνίαν, οὐ πρόσκαιρον.”:| (Romanus, hymn. 38)